Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.208 Joseph. AJ 10.213 (English) >>Joseph. AJ 10.218

10.211

δὲ βασιλεὺς Ναβουχοδονόσαρος ἀκηκοὼς ταῦτα καὶ ἐπιγνοὺς τὸ ὄναρ ἐξεπλάγη τὴν τοῦ Δανιήλου φύσιν καὶ πεσὼν ἐπὶ πρόσωπον, τρόπῳ τὸν θεὸν προσκυνοῦσι, τούτῳ τὸν Δανίηλον ἠσπάζετο· 10.212καὶ θύειν δὲ ὡς θεῷ προσέταξεν, οὐ μὴν ἀλλὰ καὶ τὴν προσηγορίαν αὐτῷ τοῦ ἰδίου θεοῦ θέμενος ἁπάσης ἐπίτροπον τῆς βασιλείας ἐποίησε καὶ τοὺς συγγενεῖς αὐτοῦ, οὓς ὑπὸ φθόνου καὶ βασκανίας εἰς κίνδυνον ἐμπεσεῖν συνέβη τῷ βασιλεῖ προσκρούσαντας ἐξ αἰτίας τοιαύτης· 10.213 βασιλεὺς κατασκευάσας χρύσεον ἀνδριάντα πηχῶν τὸ μὲν ὕψος ἑξήκοντα τὸ πλάτος δὲ ἕξ, στήσας αὐτὸν ἐν τῷ μεγάλῳ τῆς Βαβυλῶνος πεδίῳ καὶ μέλλων καθιεροῦν αὐτὸν συνεκάλεσεν ἐξ ἁπάσης ἧς ἦρχε γῆς τοὺς πρώτους πρῶτον αὐτοῖς προστάξας, ὅταν σημαινούσης ἀκούσωσι τῆς σάλπιγγος, τότε πεσόντας προσκυνεῖν τὸν ἀνδριάντα· τοὺς δὲ μὴ ποιήσαντας ἠπείλησεν εἰς τὴν τοῦ πυρὸς ἐμβληθῆναι κάμινον. 10.214πάντων οὖν μετὰ τὸ σημαινούσης ἐπακοῦσαι τῆς σάλπιγγος προσκυνούντων τὸν ἀνδριάντα τοὺς Δανιήλου συγγενεῖς οὐ ποιῆσαι τοῦτό φασι μὴ βουληθέντας παραβῆναι τοὺς πατρίους νόμους. καὶ οἱ μὲν ἐλεγχθέντες εὐθὺς εἰς τὸ πῦρ ἐμβληθέντες θείᾳ σώζονται προνοίᾳ καὶ παραδόξως διαφεύγουσι τὸν θάνατον. 10.215 ἀλλὰ κατὰ λογισμὸν οἶμαι τῷ μηδὲν ἀδικήσαντας εἰς αὐτὸ βληθῆναι οὐχ ἥψατο, καίειν δʼ ἀσθενὲς ἦν ἔχον ἐν ἑαυτῷ τοὺς παῖδας τοῦ θεοῦ κρείττονα τὰ σώματα αὐτῶν ὥστε μὴ δαπανηθῆναι ὑπὸ τοῦ πυρὸς παρασκευάσαντος. τοῦτο συνέστησεν αὐτοὺς τῷ βασιλεῖ ὡς δικαίους καὶ θεοφιλεῖς, διὸ μετὰ ταῦτα πάσης ἀξιούμενοι παρʼ αὐτοῦ τιμῆς διετέλουν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.208 Joseph. AJ 10.213 (English) >>Joseph. AJ 10.218

Powered by PhiloLogic